Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.648 | Joseph. BJ 4.655 (English) | >>Joseph. BJ 4.662 |
4.653τῶν δʼ ἄλλων νεκρῶν ὑπὲρ πέντε μυριάδες ἠριθμήθησαν .
4.654ταῦτα μὲν τρίτῃ μηνὸς Ἀπελλαίου πέπρακτο , τῇ δʼ ὑστεραίᾳ Μουκιανὸς εἴσεισι μετὰ τῆς στρατιᾶς , καὶ τοὺς σὺν Ἀντωνίῳ παύσας τοῦ κτείνειν , ἔτι γὰρ ἐξερευνώμενοι τὰς οἰκίας πολλοὺς μὲν τῶν Οὐιτελλίου στρατιωτῶν πολλοὺς δὲ τῶν δημοτικῶν ὡς ἐκείνου ἀνῄρουν φθάνοντες τῷ θυμῷ τὴν ἀκριβῆ διάκρισιν , προαγαγὼν δὲ τὸν Δομετιανὸν συνίστησι τῷ πλήθει μέχρι τῆς τοῦ πατρὸς ἀφίξεως ἡγεμόνα .
4.655ὁ δὲ δῆμος ἀπηλλαγμένος ἤδη τῶν φόβων αὐτοκράτορα Οὐεσπασιανὸν εὐφήμει , καὶ ἅμα τήν τε τούτου βεβαίωσιν ἑώρταζε καὶ τὴν Οὐιτελλίου κατάλυσιν .
4.656
κεκυρωμένης δὲ ἤδη τῆς ἀρχῆς ἁπάσης καὶ σεσωσμένων παρʼ ἐλπίδα Ῥωμαίοις τῶν πραγμάτων Οὐεσπασιανὸς ἐπὶ τὰ λείψανα τῆς Ἰουδαίας τὸν λογισμὸν ἐπέστρεφεν .
4.658αὐτὸς μέντοι γε εἰς τὴν Ῥώμην ὥρμητο λήξαντος τοῦ χειμῶνος ἀνάγεσθαι καὶ τάχος τὰ κατὰ τὴν Ἀλεξάνδρειαν διῴκει , τὸν δὲ
-- -- ὁ δὲ προελθὼν πεζῇ μέχρι Νικοπόλεως , εἴκοσι δὲ αὕτη διέχει τῆς Ἀλεξανδρείας σταδίους , κἀκεῖθεν ἐπιβήσας τὴν στρατιὰν μακρῶν πλοίων ἀναπλεῖ διὰ τοῦ Νείλου κατὰ τὸν Μενδήσιον νομὸν μέχρι πόλεως Θμούεως .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.648 | Joseph. BJ 4.655 (English) | >>Joseph. BJ 4.662 |